ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ 

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΓΕΩΡΓΙΟΝ ΤΟΝ  ΤΡΟΠΑΙΟΦΟΡΟΝ

Ὁ Ἱερεύς

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης : Ἀμήν.

xzczczx

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίνμου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιω-θήσεται ἐνώπιόν σου πᾶς ζῶν.

 Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴνψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐνσκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦ-μά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρ-χαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χει-ρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχήμου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸπνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ, καὶ ὁ-μοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόνμε τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμάσου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματόςσου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεωςτὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου,ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ,ἐξ ἑκατέρων τῶν χορῶν.

Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενοςἐν  ὀνόματι Κυρίου.

Στίχ. β΄.Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος  ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ΄.Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Εἶτα τὰ παρόντα τροπάρια.Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυ-ρῷ.

Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ Ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ Ἰατρὸν πανάριστον τῶν νόσων ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες·λύτρωσαι πρεσβείαις σουτῆς παρούσης ἀνάγκης, τῆς ἀφορήτου ἵνα σὲ ἀεί, ὡς εὐεργέτην ὑμνῶμεν Γεώργιε.

 

Δόξα Πατρί... Καί νῦν...

 Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν,ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸπλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μουκαθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτί-α μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸπονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό-γοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι·πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλ-λίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦσωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίατῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐντῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

Ἦχος πλ. δ΄.Ὠδὴ α΄. Ὁ Εἱρμός.

« Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γεώργιε Μάκαρ ἀγωνισθείς, τὸν θεῖον ἀγῶνα,ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου εὐφροσύνης, ὑπὲρ σῶν δούλων πρεσβεύων πρὸς Κύριον.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐνίκησας δόγμα Τυραννικόν, ἐνθέοις ἀγῶσιν· ἀλλὰδέομαι, Ἀθλητά, ταῖς σαῖς μεσιτείαις οἴκτειρόν με, ὑπὸ τῶν νόσων νικώμενον πάντοτε.

Δόξα Πατρί...

Ναὸς χρηματίσας τοῦ Παντουργοῦ, τοὺς τῇ σῇ Εἰκόνι, προσπελάζοντας εὐλαβῶς, Γεώργιε Μάκαρ ταῖς εὐχαῖς σου,κατοικητήρια δεῖξον τοῦ Πνεύματος.

Καί νῦν

Θεοτοκίον.

Σὺ εἶ, Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχύς τε καὶ ἡ ἐλπίς· τῆς δ` ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον, Πάναγνε.

Ὠδὴ γ΄. Ὁ Εἱρμός.

« Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἵλεων δεήσεσι, ταῖς εὐπροσδέκτοις σου ποίησον, τὸνΛυτρωτήν, τοῖς σὲ ἀνυμνοῦσιν, Ἀθλοφόρε Γεώργιε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δὸς ἡμῖν βοήθειαν, τοῖς σοῖς ἱκέταις ἐν θλίψεσιν, οὖσι δειναῖς, καὶ παντοίαις νόσοις, ταῖς λιταῖς σου Γεώργιε.

Δόξα Πατρί...

Ἔνθεος γενόμενος, καὶ φωτισμοῦ παντὸς ἔμπλεως,πάντων ἡμῶν, τὰς ψυχὰς αὐγάζεις, ταῖς εὐχαῖς σουΓεώργιε.

Καί νῦν...Θεοτοκίον.

Ἐξωτέρου σκότους με, πυριφλεγοῦς πικροῦ σκώληκος,ῥῦσαι Ἁγνή, λιταῖς Μητρικαῖς σου, καὶ παντοίας κολάσεως.

Ὠδὴ δ΄. Ὁ Εἱρμός.

« Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀσθενείαις ὁ δείλαιος, καὶ κινδύνοις πλείστοις ἀεὶ συνέχομαι, ὦ Γεώργιε, βοήθει μοι, τῷ κατεγνωσμένῳ ἱκετεύω σε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δεσμευθεὶς διὰ Κύριον, πᾶσαν τοῦ Βελίαρ κακίαν ἔλυσας, ἐξ ἧς ἅπαντας περίσωζε, τοὺς πιστῶς ὑμνοῦντάς σε, Γεώργιε.

Δόξα Πατρί...

Νοσημάτων καὶ θλίψεων, καὶ παντοίας βλάβης ἡμᾶς ἀπάλλαξον, ὦ Γεώργιε Πανεύφημε, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.

Καί νῦν...

Θεοτοκίον

Ῥῶσιν δός μοι, Πανάχραντε, καὶ ἐκ χαλεπῶν κινδύνων διάσωσον, καὶ παθῶν κοπρίας ἔγειρον, σὸν ἀχρεῖον δοῦλον,ταῖς πρεσβείαις σου.

Ὠδὴ ε΄. Ὁ Εἱρμός.

« Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φῶς τὸ νοητόν,  τῇ καρδίᾳ σου δεξάμενος, τὴν τῆςψυχῆς ἡμῶν ζοφότητα,  φωτὶ τῷ θείῳ, Γεώργιε, καταλάμπρυνον

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ μαρμαρυγαῖς, ταῖς τῆς χάριτος, Γεώργιε, καταυγαζόμενος φώτισον, ψυχὰς σῶν δούλων,σκοτισθείσας παραπτώμασι.

Δόξα Πατρί...

Πάθη χαλεπά, τῆς ψυχῆς ἡμῶν, Γεώργιε, ταῖς πρὸς τὸν Πλάστην σου δεήσεσι, παρακαλοῦμεν, ἰάτρευσον καὶ ἐξάλειψον.

Καί νῦν...

Θεοτοκίον.

Ἄχραντε ἡμᾶς, ἀπογνώσεως ἐξάγαγε βυθοῦ, καὶ πρὸς ὅρμον τῆς ἀληθοῦς, τοὺς σοὺς ἱκέτας, μετανοίας καθοδήγησον.

 

Ὠδὴ ς΄. Ὁ Εἱρμός.

« Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦτῶνκακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶἐπάκουσόν μου,ὁ Θεὸς τῆς σωτηρίαςμου. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κατεύνασον τῶν παθῶν, τὰς καταιγίδας, Γεώργιε,κινδύνους τε χαλεπούς, καὶ νόσους κατάπαυσον, τῶν πίστει τιμώντων σε, ταῖς πρὸς τὸν Δεσπότην παναγίαις ἱκεσίαιςσου.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μεγάλους ἐπὶ τῆς γῆς, ἀνύσας ἄθλους, Γεώργιε,μεγάλων ἡμᾶς κακῶν, κινδύνων καὶ θλίψεων, ταῖς σαῖς ἀπολύτρωσαι, πρὸς Θεὸν πρεσβείαις, ἵνα πόθῳ σεγεραίρωμεν.

Δόξα Πατρί...

Γεώργιε Ἀθλητά, τῇ σῇ πρεσβείᾳ διάσωσον, ἐκπειρασμῶν χαλεπῶν, καὶ πάσης αἱρέσεως, καὶ νόσων καὶθλίψεων, ἡμᾶς τοὺς σοὺς δούλους, τοὺς τιμῶντας τὴνΕἰκόνα σου.

Καί νῦν...

Θεοτοκίον.

Φωτί σου αὔγασον νοῦν, καὶ τὴν ψυχήν μου ἁγίασον, τὸν ἐν Ἁγίοις Θεὸν ἐπαναπαυόμενον, ἀρρήτως κυήσασα, Παναγία Κόρη, εὐπροσδέκτοις ἱκεσίαις σου.

Διάσωζε,ἐκ πάσης νόσου, Γεώργιε Μάκαρ, ταῖς πρὸς Θεὸν ἐνθέρμοις πρεσβείαις σου, τοὺς προστρέχοντας τῇ σεπτῇ  σου Εἰκόνι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Κοντάκιον.Ἦχος β΄.

 Προστάτην σε θερμόν , καὶ τεῖχος ἀπροσμάχητον,πλουτοῦντες ἀεί, οἱ σοὶ προσπελάζοντες, γοερῶς ἐκβοῶμέν σοι. Πανσέβαστε Γεώργιε, πρόφθασον, καὶ ἐκ παθῶν ἡμᾶς καὶ θλίψεων ἀπάλλαξον, ταῖς θείαις πρὸς τὸν Σωτῆρα πρεσβείαις σου.

Ο Ιερεύς μνημονεύει των υπερ ών η Παράκλησις

Καὶ εὐθὺς τὸ Προκείμενον· Ἦχος δ΄

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ(δίς).

Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁΚύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ὁ Ἱερεύς· 

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός· Κύριε, ἐλέησον(γ΄).

Ὁ Ἱερεύς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ χορός·  Δόξα σοι, Κύριε, δόξα σοι.

 

 

 

Τὸ Εὐαγγέλιον

(Ἰωάν. Ιε΄. 17-27, ιστ΄. 1-2 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου

ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν. Ὅτι ἐμίσησάν με δωρεάν Ὅταν δὲἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς (τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται), ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστέ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ'ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

 

Ὁ χορός

Δόξα σοι, Κύριε, δόξα σοι.

 

Ἦχος β΄.Δόξα...

Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἦχος ὁ αὐτός.Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄.

Ὅλην ἀποθέμενος, βιωτικὴν τυραννίδα, ὀπίσω σου ἔδρα-μεν, ὁ σεπτὸς Γεώργιος, Θεὲ Ἄναρχε, καὶ τερπνὰ ἅπαντα,καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε, διὸ καὶ ἔτυχε,τῆς σῆς Βασιλείας, Ἀόρατε· αὐτοῦ οὖν ταῖς δεήσεσιν, ἱλα-σμόν, Οἰκτίρμον παράσχου μοι, τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνώτερον παθῶν, τῶν ἐνοχλούντων μου, Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.

 Ὁ Ἱερεύς

Σῶσον, ὁ Θεός ,τὸν λαόν σου,καὶ εὐλόγησον τὴνκληρονομίαν σου ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια πρεσβείαις τῆς Παναχράντου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ  Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου,Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας Νικολάου τοῦἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶΝεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου τῶνἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων τῶν Ὁσίων καὶ θεοφόρωνΠατέρων τῶν ἁγίων καὶ Δικαίων θεοπατόρων Ἰωακεὶμ καὶἌννης, ( τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζηται ), καὶ πάντων σουτῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Ὁ χορός  Κύριε, ἐλέησον (ιβ΄)

Ὁ Ἱερεύς

Ἐλέει καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

  Ὁ χορός  Ἀμήν

Ὠδὴ ζ΄. Ὁ Εἱρμός.

« Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτη-σανψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. »

                       

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κοσμικῶν με σκανδάλων, καὶ παθῶν ἀτιμίας, καὶ πάσης θλίψεως, Γεώργιε εὐχαῖς σου, διάσωζε καὶ δίδου,ἀναμέλπειν ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥαθυμίας ἀτόπου, καὶ  δεινῆς ἁμαρτίας, ταῖς ἱκεσίαις σου, Γεώργιέ με σῶσον, προστρέχοντα ἐν πίστει, τῇ θερμῇ ἀντιλήψει σου· ὅπως τιμῶ σε πιστῶς εἰς πάντας τοὺς αἰῶνας.

Δόξα Πατρί...

Ὦ Γεώργιε Μάκαρ, δυσχερείας τοῦ βίου, κλυδωνιζόμενον, μηδόλως με παρίδης, ἀλλ` οἴκτειρον εὐχαῖς σου, καὶ διάσωσον ψάλλοντα, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Καί νῦν...

Θεοτοκίον.

Ἐν δυσώπει Θεόν, ὦ Γεώργιε, ἀπαλλαγῆναι κινδύνων, δεινῶντοὺς δούλους τῷ βίῳ τὸν χρόνον, ἀμελείᾳ Παρθένε, ἐκδαπανήσας πολλῇ, προσπίπτω καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· ὁ  τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η΄. Ὁ Εἱρμός.

« Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλωνὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τοὺς σοὺς οἰκέτας, ὦ Γεώργιε Μάκαρ, ἐκ κινδύνωνθλίψεων καὶ 

νόσων, σαῖς πρὸς τὸν Σωτῆρα ἀπάλλαξονπρεσβείαις.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στήριξον πάντας, ὦ Γεώργιε μάρτυς, ἐν τῇ πίστει καὶθείᾳ ἀγάπῃ, καὶ ῥῦσαι εὐχαῖς σου κακίας τοῦ Βελίαρ.

Δόξα Πατρί...

Τῇ ὑπερμάχῳ, ἀντιλήψει σου, Μάρτυς, καταφεύγοντες αἰτούμεθα νόσων, καὶ δεινῶν εὐχαῖς σου, ταχέως λυτρωθῆναι.

Καί νῦν...

Θεοτοκίον.

Ἴασαι Κόρη, ταῖς πρὸς τὸν Κτίστην λιταῖς σου,τηκομένους νόσοις τοὺς σοὺς δούλους, καὶ δεινῶν παντοίων ἀπάλλαξον ταχέως.

 

 

Ὠδὴ θ΄. Ὁ Εἱρμός.

« Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσῳσμένοι,Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. »

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, πρὸς σωτηρίαν κατέστης ὑπέρμαχος, τῶν Ἀθλητῶν ἡ ἀκρότης, Μάρτυς Γεώργιε.

 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Συνήφθης ταῖς χορείαις, πάντων τῶν Μαρτύρων, σὺν οἷς σου. δυσώπει Θεόν, ὦ Γεώργιε, ἀπαλλαγῆναι κινδύνων, δεινῶντοὺς δούλους σου.

Δόξα Πατρί...

Ὡς φύλαξ Ὀρθοδόξων, καὶ τῆς εὐσεβείας, καὶ τῶν Μαρτύρων τὸ κλέος, Γεώργιε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα,θερμῶς ἱκέτευε.

Καί νῦν...

Θεοτοκίον.

Μαρία ἐκτακεῖσαν, τὴν οἰκτρὰν ψυχήν μου, τῆς ἁμαρτίας φλογμῷ καταδρόσισον, τοῦ σοῦ ἐλέους ῥανίσι,καὶ σῶσον Πάναγνε.

Καὶ εὐθὺς τό

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτό-κον, σὲ μεγαλύνομεν.

 

Καὶ τὰ παρόντα Μεγαλυνάρια

.

Κατεύνασον τὸν τάραχον, Ἀθλητά, παθῶν καὶ κινδύνων,καὶ δαιμόνων τὰς προσβολάς, ἀπέλασον πάσας, ἀπὸ τῶν σὲ ὑμνούντων, ὡς Μάρτυρα Κυρίου, θεῖε Γεώργιε.

Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον Μνήμην,Γεωργίου τοῦ Ἀθλητοῦ, καὶ στέψωμεν τοῦτον, τοῦ ἔαροςτοῖς ἴοις, ἵνα ἀξιωθῶμεν τῆς θείας χάριτος.

Ἀνάκτων ὑπέρμαχον καὶ πτωχῶν, πλεόντων σωτῆρα,ἀσθενοῦντά τε ἰατρόν, αἰχμαλώτων ῥύστην, καὶ ὀρφανῶνπροστάτην, κεκτήμεθά σε πάντες, Μάρτυς Γεώργιε.

Λῦσον, ὦ Γεώργιε Ἀθλητά, νέφος ἁμαρτίας, καὶ τὰςνόσους τὰς φοβεράς, δίωξον ἐν τάχει, ἀπὸ τῶνπροσκυνούντων, τὴν θείαν σου Εἰκόνα, καὶ ἀνυμνούντων σε.

Tην υψηλοτέραν των ουρανών και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών ασθενεί τό σώμα, ασθενεί μου και η ψυχή, πρός σέ καταφεύγω, την κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα και μήτηρ του λυτρωτου, δέξαι παρακλήσεις αναξίων σών ικετων, ίνα μεσιτεύσης πρός τόν εκ σού τεχθέντα,  Ώ δέσποινα του κόσμου, γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν νυν τή πανυμνήτω Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου και πάντων των Αγίων, δυσώπει Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τά χείλη των ασεβών, των μή προσκυνούντων την εικόνα σου την σεπτήν, την ιστορηθείσαν υπό του αποστόλου Λουκά ιερωτάτου, την Οδηγήτριαν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, αποστόλων η δωδεκάς, οι άγιοι πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Ὁ Ἀναγνώστης· 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡ- μᾶς(γ΄). 

Δόξα Πατρί,καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶεἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματόςσου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου·ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σή μερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ χορός  Ἀμήν

.Εἶτα ψάλλονται τὸ Ἀπολυτίκιον καὶ Θεοτοκίον τοῦ Ἑσπερινοῦ

ἢ τὰ παρόντα τροπάρια

"Ως των αιχμαλώτων ελευθερωτής
και των πτωχών υπερασπιστής,
ασθενούντων ιατρός, βασιλέων υπέρμαχος,
τροπαιοφόρε, μεγαλομάρτυς Γεώργιε,
πρέσβευε Χριστώ τω Θεώ
σωθήναι τα ψυχάς ημών."

πολυτκιον. χος β΄

Ασκητικώς προγυμναστής εν τω όρει, τας νοητάς των δυσμενών παρατάξεις, τη πανοπλία ώλεσας , παμμάκαρ του Σταυρού . Αύθις δε προς άθλησιν ανδρικώς απεδύσω , κτείνας τον αρχέκακον τω της πίστεως ξίφει, και δι΄αμφοίν εστέφθης εκ θεού, Οσιομάρτυς Δομέτιε ένδοξε

Ἦχος πλ. β'

Ἐλέησον ἡμᾶς, Κύριε , ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡςΔεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα...

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαιἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σουἐπικεκλήμεθα.

Καὶ νῦν...

 Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημενδιὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένουςτῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησιςγίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ

Κύριε ἐλέησον(γ΄)

.Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν(...)καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλωντοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κα-τοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,(ὀνόματα).  Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶτὴν πόλιν (ἢ χώραν, ἢ νῆσον)ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας,ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ, καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδᾶσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ΄ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.  Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆςδεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός·   Ἀμήν

.Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆςπαναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ Mητρός· τῶν ἁγίων,ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶκαλλινίκων Μαρτύρων·(τοῦ ἁγίου τοῦ Ναοῦ)·τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης·(τοῦ ἁγίου τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν)·καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

 Εἶτα ψάλλεται τὸ παρὸν προσόμοιον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τελοῦντάς σου πιστῶς, τὴν ἀξιοθαύμαστον Μνήμην, Μάρτυς Γεώργιε, πάσης περιστάσεως, ῥῦσαιπρεσβείαις σου, νοσημάτων καὶ θλίψεων, παθῶν καὶκινδύνων, σὲ καθικετεύομεν, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ·ὅπως σε φαιδρῶς ἀνυμνῶμεν, ὡς κοινὸν ἡμῶν εὐεργέτην,καὶ τῶν Ἀθλοφόρων ἐγκαλλώπισμα.

 

Ὁ Ἱερεύς

·Δι‘ εὐχῶντῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ἸησοῦΧριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ λαός  Ἀμήν


 

 

 

Παράκλησις Αγ. Γεωργίου

 

Παράκληση Αγίου Γεωργίου.mp3 (3,3 MB)